Στην κατηγορία : Λειτουργικὴ ζωὴ — @ 10:30


Τήν Τρίτην, 17ην/30ήν Ἰανουαρίου 2018, ἑωρτάσθη ὑπό τοῦ Πατριαρχείου ἡ  μνήμη τοῦ ὁσίου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου καί καθηγητοῦ τῆς ἐρήμου εἰς τό παρεκκλήσιον αὐτοῦ, τό εὑρισκόμενον ἐντός τοῦ Ἱεροῦ Ναοῦ τῆς Μονῆς τοῦ Ἁγίου Νικολάου, προσκειμένης τῷ Πατριαρχείῳ δυτικῶς.

Κατά τήν ἑορτήν ταύτην  ἡ ἐκκλησία τελεῖ τήν μνήμην τοῦ ὁσίου καί θεοφόρου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου ὡς τοῦ πρώτου ἀρχηγοῦ τῆς μοναστικῆς πολιτείας, ζήσαντος εἰς Αἴγυπτον ἀπό τοῦ 251 ἕως τοῦ 356 μ.Χ.  ἐν ἐσχάτῃ πενίᾳ καί ἄκρᾳ ἀσκήσει καί πάσῃ ἀρετῇ, διδάξαντος δε καί βοηθήσαντος χιλιάδας χριστιανῶν καί μοναχῶν, ὑπερασπίσαντος τό δόγμα τοῦ Ὁμοουσίου τοῦ Υἱοῦ πρός τόν Πατέρα καί ποιήσαντος πολλά θαύματα ὡς παραδίδει ἡμῖν εἰς τόν βίον αὐτοῦ ὁ Ἅγιος Ἀθανάσιος ὁ Μέγας.

Εἰς τήν Μονήν ταύτην ἐτελέσθη θεία Λειτουργία τήν πρωΐαν  τῆς ἑορτῆς προεξάρχοντος  τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ναζαρέτ κ. Κυριακοῦ, συλλειτουργούντων αὐτῷ Ἁγιοταφιτῶν Ἱερομονάχων καί διακόνων, ψάλλοντος τοῦ ἡγουμένου Ἀρχιμανδρίτου π. Ἀριστοβούλου καί μοναζουσῶν τοῦ Πατριαρχείου καί μετέχοντος εὐσεβοῦς ἐκκλησιάσματος.

Μετά τήν θείαν Λειτουργίαν ὁ ἡγούμενος καί ἀνακαινιστής τῆς Ἱερᾶς ταύτης Μονῆς τοῦ Ἁγίου Νικολάου Ἀρχιμανδρίτης π. Ἀριστόβουλος ἐδεξιώθη τήν Ἀρχιερατικήν συνοδείαν καί τό ἐκκλησίασμα εἰς τό ἡγουμενεῖον καί τό προαύλιον τοῦ Ἱεροῦ Ναοῦ.

Ἐκ τῆς Ἀρχιγραμματείας

Μοιραστείτε το αρθρο...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedInEmail this to someone