Στην κατηγορία : Λειτουργικὴ ζωὴ,Ὁμιλίαι — @ 20:00


Τό Σάββατον, 22αν Ἀπριλίου /5ην Μαΐου 2012, ἑωρτάσθη ὑπό τοῦ Πατριαρχείου Ἱεροσολύμων ἡ ἑορτή τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου εἰς τήν πόλιν Ἄκκρην – ἀρχαίαν Πτολεμαΐδα τοῦ βορείου Ἰσραήλ, ἀριθμοῦσαν σήμερον περί τούς τεσσαράκοντα χιλιάδας κατοίκων.

Εἰς τήν πόλιν ταύτην διατηρεῖ ἀνέκαθεν τό Πατριαρχεῖον τήν Ἱεράν Μητρόπολιν Πτολεμαΐδος.  Εἰς ταύτην ὑπάγονται ἡ Ἑλληνορθόδοξος Ἀραβόφωνος Κοινότης τῆς Ἄκκρης καί ἕτεραι δέκα καί τρεῖς Ἑλληνορθόδοξοι Ἀραβόφωνοι Κοινότητες τοῦ Πατριαρχείου τῆς βορείου ταύτης περιφερείας τῆς δικαιοδοσίας αὐτοῦ. Ἡγούμενος τῶν Κοινοτήτων τούτων καί ἀντιπρόσωπος τοῦ Πατριαρχείου τά τελευταῖα ἔτη εἶναι ὁ φίλεργος Ἁγιοταφίτης Ἀρχιμανδρίτης π. Φιλόθεος, ὁ ἀνακαινίσας τήν ἐν Ἄκκρῃ Ἱεράν Μονήν τοῦ Ἁγίου Γεωργίου τοῦ Πατριαρχείου καί διοργανώσας χορῳδίαν Βυζαντινῆς Μουσικῆς εἰς τήν Ἄκκρην καί ἄλλας κώμας τῆς περιοχῆς αὐτῆς.

Εἰς τήν πόλιν τῆς Ἄκκρης ἔφθασεν ὁ Μακαριώτατος Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος τήν πρωΐαν τῆς ὡς ἄνω ρηθείσης ἡμέρας τοῦ Σαββάτου, γενόμενος δεκτός εἰς τήν εἴσοδον τῆς πόλεως ὑπό τοῦ ἡγουμένου Ἀρχιμανδρίτου π. Φιλοθέου, τῶν ἱερέων τῆς περιοχῆς τῆς Ἄκκρης, τῶν Προσκόπων καί τῆς Ἀστυνομίας.

Τῇ συνοδείᾳ τούτων ὁ Μακαριώτατος ἔφθασεν εἰς τήν παραθαλασσίαν Ἱεράν Μονήν τοῦ Ἁγίου Γεωργίου τοῦ Πατριαρχείου.

Ἐνταῦθα ἐνδυθείς μανδύαν ὁ Μακαριώτατος προεξῆρξεν τῆς ἀκολουθίας τοῦ Ὄρθρου μετ’ ἀρτοκλασίας καί τῆς θείας Λειτουργίας, συλλειτουργούντων Αὐτῷ τοῦ Ἱερωτάτου Μητροπολίτου Ναζαρέτ κ. Κυριακοῦ, τοῦ Σεβασμιωτάτου Ἀρχιεπισκόπου Κωνσταντίνης κ. Ἀριστάρχου, Ἁγιοταφιτῶν Ἱερομονάχων, Ἱερέων τῆς Μητροπόλεως Ἄκκρης καί ἱεροδιακόνων.

Οἱ πιστοί τῆς πόλεως τῆς Ἄκκρης καί τῶν κωμῶν τῆς περιοχῆς αὐτῆς προσέτρεξαν ἀθρόως καί συμμετέσχον ἐν εὐλαβείᾳ εἰς τήν θείαν Λειτουργίαν.

Εἰς ταύτην παρέστη ὡς ἀντιπρόσωπος τῆς Πρεσβείας τῆς Ἑλλάδος εἰς τό Ἰσραήλ κ. Παναγιώτης Σινάνογλου καί ὁ ἐπίτιμος Πρόξενος τῆς Ἑλλάδος εἰς Χάϊφαν κ. Κωνσταντῖνος Ζηνόβιος μετά τῆς συζύγου αὐτοῦ.

Πρός τούτους ἐκήρυξε τόν θεῖον λόγον ὁ Μακαριώτατος Πατριάρχης Ἱεροσολύμων κ.κ. ἑλληνιστί ἔχοντα ὡς ἕπεται:

«Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα, ἐκ γάρ θανάτου πρός ζωήν καί ἐκ γῆς πρός Οὐρανόν Χριστός ὁ Θεός ἡμᾶς διεβίβασεν ἐπινίκιον ᾂδοντας», ψάλλει ὁ μελῳδός τῆς Ἐκκλησίας μας.

 Ἀγαπητοί ἐν Χριστῷ ἀδελφοί,

εὐλαβεῖς Χριστιανοί,

 Ἡ μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου συνήγαγε πάντας ἡμᾶς εἰς τήν ἱστορικήν καί βιβλικήν ὑμῶν πόλιν τῆς Παλαιστινιακῆς γῆς Ἄκκρης, ἵνα πανηγυρικῶς ἑορτάσωμεν τό μέγα καί ὄντως θαυμαστόν μυστήριον τῆς Ἀναστάσεως τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν Χριστοῦ.

«Ἐκ γάρ θανάτου πρός ζωήν καί ἐκ γῆς πρός οὐρανόν Χριστός ὁ Θεός ἡμῶν ἡμᾶς διεβίβασεν», ἀναφωνεῖ ὑμνολογικῶς ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός. Αὐτή ἀκριβῶς ἡ ἐκ θανάτου πρός ζωήν καί ἐκ γῆς πρός οὐρανόν διαβίβασις τῆς ἀνθρωπίνης ἡμῶν φύσεως ἐν τῷ σταυρωθέντι καί ἀναστάντι Χριστῷ ἀποτελεῖ τήν οὐσίαν τῆς Χριστιανικῆς ἡμῶν πίστεως, ἀλλά καί τόν σκοπόν τῆς ἁγίας ἡμῶν Ἐκκλησίας. Αὐτήν τήν πραγματικότητα καταγγέλλομεν καί ὁμολογοῦμεν πανηγυρικῶς διά τῆς ἑορτῆς τῆς λαμπροφόρου Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. «Ἐγώ γάρ», λέγει ὁ Ἰησοῦς, «εἰμί ἡ ὁδός καί ἡ ἀλήθεια», ( Ἰωάν. 14,6), «ἡ ἀνάστασις καί ἡ ζωή, ὁ πιστεύων εἰς ἐμέ κἄν ἀποθάνῃ ζήσεται· καί πᾶς ὁ ζῶν καί πιστεύων εἰς ἐμέ οὐ μή ἀποθάνῃ εἰς τόν αἰῶνα», (Ἰωάν. 11, 25-26).

Σχολιάζων τούς Κυριακούς τούτους λόγους ὁ Ἅγιος Κύριλλος Ἀλεξανδρείας λέγει: «Καρπός γέ μην καί τιμή τῆς εἰς Χριστόν πίστεως ἡ αἰώνιος ζωή…. εἰ γάρ διά Χριστόν πάντες ἀνιστάμεθα, ἀλλά ζωή αὕτη ἐστίν ἀληθής τό ἀτελευτήτως ἐν μακαριότητι ζῆν· οὐδέν γάρ διαφέρει θανάτου τό εἰς κόλασιν ἀναβιῶναι μόνον».

Ὄντως, ἀγαπητοί μου, ὁ καρπός τῆς εἰς Χριστόν πίστεως εἶναι ἡ αἰώνιος ζωή, τήν ὁποίαν ἐχαρίσατο εἰς ἡμᾶς Αὐτός οὗτος ὁ Χριστός, ὁ Κύριος καί Θεός ἡμῶν διά τῆς Ἀναστάσεως Αὐτοῦ. Αὐτόν τόν καρπόν τῆς πίστεως εἰς Χριστόν, δηλονότι τήν αἰώνιον ζωήν ἐδήλωσαν καί οἱ μάρτυρες τῆς ἀγάπης τοῦ Χριστοῦ, ἰδιαιτέρως ὁ σήμερον τιμώμενος Ἅγιος μεγαλομάρτυς Γεώργιος ὁ Τροπαιοφόρος, ὡς λέγει ὁ μελῳδός αὐτοῦ: «Τῆς ἀληθείας τό ἔαρ λαμπρῶς ἐφέστηκε, καί νεουργεῖ τήν κτίσιν εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου, ὅθεν σαφῶς, φωτισθείς τήν διάνοιαν, ὁ ἀθλητής τοῦ Κυρίου, τήν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν, ἐκαλλιέργησας καί τήν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας τῆς Ὀρθοδόξου πίστεως κλῆμα κατεφύτευσας».

Τήν πλάνην τῆς θρησκείας τῶν εἰδώλων ἐξέθεσε προφητικῶς καί ὁ μαγαλοφωνώτατος Ἠσαΐας λέγων: «Τίς ἀναγγελεῖ ταῦτα ὑμῖν; ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ» (τίς ἐκ τῶν θεῶν τῶν εἰδωλολατρῶν προεφήτευσε τοῦτο;  ἤ τις ἐκ τῶν θεῶν τῶν εἰδωλολατρῶν εἶπε προφητείαν τινά ἐν τῷ παρελθόντι εἰς ὑμᾶς (ὦ εἲδωλολάτραι) ; Ἄς φέρουν ἐκεῖνοι τούς μάρτυρας αὐτῶν (διά τάς προφητείας των) καί ἄς ἀποδείξουν ταύτας, ὅτι ἦσαν ἀληθεῖς, ὅτι ἐπηλήθευσαν.

Ἑρμηνεύων τήν φωνήν τήν θεόπνευστον τοῦ Ἠσαΐου, ὁ Ἅγιος Κύριλλος Ἀλεξανδρείας λέγει: «Ἀλλ’ οὐδείς ὁ ἐκείνους μαρτυρήσας ἐστιν οὔτε μήν τῶν ἐσομένων ἐξαγγελεύς, πεπλάνηνται οἱ θεούς εἶναι νομίσαντες· βέβηλοὶ εἰσί καί ἀπατεῶνες». Αὐτήν τήν πλάνην καί τό ψεῦδος τῆς εἰδωλολατρείας κατήγγειλεν μετά παρρησίας λόγῳ τε καί ἔργῳ διά τοῦ ὑπέρ τῆς ἀληθείας τοῦ Χριστοῦ μαρτυρικοῦ αἵματος αὐτοῦ ὁ Ἅγιος ἡμῶν Γεώργιος, γενόμενος οὕτω κοινωνός τοῦ θείου καί ἀνεσπέρου φωτός τοῦ Χριστοῦ, λέγοντος: «Ἐγώ εἰμι τό  φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοί οὐ μή περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τό φῶς τῆς ζωῆς», ( Ἰωάν. 8,12). Σημειωτέον ὅτι ἐδῶ, ὡς ἑρμηνεύει ὁ Ἀμμώνιος, ὁ  Ἰησοῦς «δείκνυσιν ὅτι αὐτός ἐστι περί οὗ προανεφωνήθη, ἰδού τέθεικά σε εἰς φῶς ἐθνῶν καί οὐχ εἶς τῶν προφητῶν, ἀλλά δεσπότης». (Ἡσαΐου, 42,6).

Ὁ Γεώργιος, ἀγαπητοί μου άδελφοί, ἀναδεικνύεται μέγας τῆς ἀγάπης τοῦ Χριστοῦ μάρτυς, διότι, ὡς λέγει ὁ ὑμνῳδός αὐτοῦ, «ἐχάλκευσαν αὐτόν κίνδυνοι, ἐστόμωσαν βάσανοι καί ποικίλαι κολάσεις ἀνήλωσαν σῶμα τό φύσει φθειρόμενον· ἐνίκα γάρ ὁ πόθος τήν φύσιν (τήν ἀνθρωπίνην), διά θανάτου πείθων τόν ἐραστήν διαβῆναι πρός τόν ποθούμενον, Χριστόν τόν Θεόν, καί Σωτῆρα τῶν ψυχῶν ἡμῶν».

Μέ ἄλλα λόγια ὁ θεῖος οὗτος πόθος, ὁ ὁποῖος ἐνίκα τήν ἀνθρωπίνην φύσιν τῶν φίλων τοῦ Χριστοῦ διά θανάτου πείθων αὐτούς διαβῆναι πρός Αὐτόν τόν Χριστόν, ἀπέβλεπεν οὐχί εἰς αὐτόν τοῦτον τόν φυσικόν θάνατον, ἀλλά εἰς τόν θάνατον τοῦ θανάτου, δηλονότι εἰς τήν Ἀνάστασιν τοῦ Χριστοῦ. Ἀφεώρα εἰς τήν τελείωσιν τῆς ἀγάπης τοῦ Χριστοῦ, ὡς παρατηρεῖ ὁ Ἅγιος Κλήμης ὁ Ἀλεξανδρεύς: «Τελείωσιν τό μαρτύριον καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν, ὡς οἱ λοιποί, ἀλλ’ ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο, (Κλημ. Στρωμ. 4,4),  κατά δέ τόν ἱερόν Χρυσόστομον: «μαρτύριον δέ χωρίς ἀγάπης οὐ μόνον μαθητάς οὐ ποιεῖ, ἀλλ’ οὐδέν ὠφελεῖ τι τόν ὑπομένοντα».

Τό σταυρικόν πάθος τοῦ Χριστοῦ ἀποτελεῖ τό ἀποκορύφωμα τῆς ἀγάπης τοῦ Θεοῦ Πατρός πρός τόν ἄνθρωπον. Ἡ δέ Ἀνάστασις τοῦ Χριστοῦ ἐπιβεβαιώνει τό γεγονός ὅτι ὁ ἄνθρωπος ἐπλάσθη κατ’ εἰκόνα καί καθ’ ὁμοίωσιν Θεοῦ. Τοῦτο δέ σημαίνει ὅτι ὁ ἄνθρωπος τῆς φθορᾶς, δηλαδή τῆς ἁμαρτίας ἐν Χριστῷ τῷ ἀναστάντι ἐνδύεται ἀφθαρσίαν καί τό θνητόν αὐτοῦ σῶμα ἀθανασίαν, ὡς λέγει ὁ θεῖος Παῦλος: «Δεῖ γάρ τό φθαρτόν τοῦτο σῶμα ἐνδύσασθαι ἀφθαρσίαν καί τό θνητόν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δέ τό φθαρτόν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καί τό θνητόν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τό κέντρον; ποῦ σου ᾅδη τό νῖκος;  τό δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δέ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· τῷ δέ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τό νῖκος διά τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ( Α’ Κορ. 15, 53-57).

          Μάρτυρες ἀψευδεῖς τοῦ Παυλείου τούτου κηρύγματος ἀναδεικνύονται οἱ ἅγιοι μάρτυρες, οἱ ὑπέρ Χριστοῦ ἀθλήσαντες καί στεφανωθέντες, μεταξύ δέ αὐτῶν διακρίνεται ὁ Ἅγιος Γεώργιος, τό καύχημα τῆς ἁγίας Γῆς τῆς Παλαιστίνης. Οὗτος ὁ μέγας μάρτυς Γεώργιος κοινωνός γενόμενος τοῦ πάθους τοῦ ἀπαθοῦς καί τῆς Ἀναστάσεως τοῦ Χριστοῦ μετέσχε τῆς βασιλείας Αὐτοῦ, ἐμπνεόμενος ὑπό τοῦ θείου Παύλου, λέγοντος: « Ἡμῶν γάρ τό πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καί σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστόν, ὅς μετασχηματίσει τό σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τό γενέσθαι αὐτό σύμμορφον τῷ σώματι τῆς δόξης Αὐτοῦ…», (Φιλιππησίους 3, 20-21), οὐ τήν εἰς ἑτέραν μορφήν μεταποίησιν λέγων διδάσκει ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός -ἄπαγε- τήν ἐκ φθορᾶς δέ μᾶλλον εἰς ἀφθαρσίαν ἐναλλαγήν.

«Θερμοτάτῃ ὅθεν πίστει καί στοργῇ τούς προσκαλουμένους σέ, μάρτυς τοῦ Χριστοῦ, στεφηφόρε Γεώργιε, παρεστώς ὁλόφωτος σεπτῷ βήματι τοῦ τῶν ὅλων δεσπόζοντος, σοῦ ταῖς ἱκεσίαις καί ταῖς προστασίαις διαφύλαξον τῇ δυνάμει τοῦ Τιμίου Σταυροῦ καί ταῖς πρεσβείαις τῆς Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας. Ἀμήν». Χριστός Ἀνέστη!

Μετά τήν θείαν Λειτουργίαν ἠκολούθησε ἡ λιτανεία τῆς εἰκόνος τοῦ  Ἁγίου Γεωργίου, τῶν Προσκόπων μετά τῶν τυμπάνων καί τῆς μουσικῆς ἀκολουθούντων, τρίς πέριξ τοῦ Ναοῦ, διελθοῦσα καί πρό τοῦ τάφου τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐν Ἄκκρη τοῦ Κυπρίου (†1752), ὑπεράνω τοῦ ὁποίου εἶναι σκαλισμένον καί τό εὔστοχον ἐπίγραμμα: «Γεώργιος νῦν τῷ Γεωργίῳ ἅμα, νέος παλαιῷ συνετάχθη ἐνθάδε».

Μετά τήν λῆξιν τῆς λιτανείας ὁ Μακαριώτατος, κλῆρος καί λαός εἰσῆλθον εἰς τό ἀρχαῖον καί ἀνεκαινισμένον ἡγουμενεῖον, ἔνθα ἐξεφωνήθησαν αἱ ἑόρτιοι προσφωνήσεις, ὡς τοῦ δικαστοῦ κ. Δαούδ Ζένη, τοῦ Ἀναπληρωτοῦ Δημάρχου τοῦ Μααλότ καί Ταρσίχας κ. Γεωργίου Ἀμπελίνη, τοῦ Ἀρχηγοῦ τῆς Ἰσλαμικῆς Κινήσεως εἰς Ἄκκρην κ. Μαχμούδ Σαλάχ, τοῦ ἐκπροσώπου τοῦ Ἐμπορικοῦ Ἐπιμελητηρίου κ. Μουχάμαδ Ὄδε, τοῦ Ἐκπροσώπου  τῶν Προσκόπων κ. Σαφίκ Ἄμπντο, ὅστις προσέφερε πίνακα μέ τήν παραλίαν τῆς πόλεως τῆς Ἄκκρης, τοῦ κ. Νάσερ Μανάσα ἐκπροσώπου τοῦ Μάτζλις Μίλι -ἤτοι τοῦ Κοινοτικοῦ Συμβουλίου, ὅστις καί προσέφερε εἰκόνα τῆς Θεοτόκου εἰς τήν Α.Θ.Μ., καί τοῦ π. Δαούδ, Οἰκονόμου τῆς κώμης Πκέα, ἐκπροσώπου τῶν ἱερέων τῆς περιοχῆς Ἄκκρης.

Ἐπί τούτοις ὁ Μακαριώτατος ἐπέδωσε δῶρον  εἰς τά μέλη τῆς χορῳδίας τῆς ἱδρυθείσης ὑπό τοῦ Ἀρχιμανδρίτου π. Φιλοθέου.

Περαίνων ὁ Μακαριώτατος, εἶπεν ὅτι αὕτη εἶναι μεγάλη ἡμέρα διά τήν Ὀρθόδοξον Ἐκκλησίαν ὅλην, ἰδίᾳ αὐτήν τῆς Ἄκκρης, τῆς ἐχούσης ὡς πολιοῦχον αὐτῆς τήν Ἅγιον Γεώργιον καί ηὐχαρίστησε πάντας τούς συμβαλόντας  εἰς τήν τέλεσιν τῆς πανδήμου ἑορτῆς ταύτης  τῆς πόλεως, ἰδίᾳ δέ τόν Πατριαρχικόν Αὐτοῦ Ἐκπρόσωπον Ἀρχιμανδρίτην π. Φιλόθεον.

Μετά ταῦτα εἰς τούς ἄνω χώρους τῆς Μονῆς, τούς καταλλήλως ἀνακαινισθέντας, ὁ ἡγούμενος Ἀρχιμανδρίτης π. Φιλόθεος παρέθεσε πλουσίαν τράπεζαν ἐξ ἰχθύων τῆς πόλεως Ἄκκρης καί ἐξ ἄλλων εὐγεύστων ἐδεσμάτων, παρέχων καί τήν ὑλικήν καί σωματικήν ἐνίσχυσιν καί εὐφροσύνην εἰς τήν προηγηθεῖσαν πνευματικήν πλουσίαν ἐκκλησιαστικήν καί λειτουργικήν πανδαισίαν.

Ἐκ τῆς Ἀρχιγραμματείας.